Home » , » Ακολουθία Μικρού Αποδείπνου μετά κανόνος Αγίου Λαζάρου

Ακολουθία Μικρού Αποδείπνου μετά κανόνος Αγίου Λαζάρου

Written By news on Σάββατο 12 Απριλίου 2014 | 12:26 π.μ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥΑΠΟΔΕΙΠΝΟΥ 

Τῇ Παρασκευῇ τῆς ς’ Ἑβδομάδος ἑσπέρας

Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ προεστὼς: Δόξα σοιὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ὁ ἀναγνώστης:

Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρί… Καὶ νῦν…

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ… Καὶ νῦν…

Πάτερ ἡμῶν, ὁἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶἄφες ἡμῖν τὰὀφειλήματα ἡμῶν, ὡς καὶἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεὺς:Ὅτι σοῦἐστιν ἡ βασιλεία…

Ὁ ἀναγνώστης:

Ἀμήν.Κύριε ἐλέησον ιβ’

Δόξα Πατρὶ… Καὶ νῦν…

· Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.
· Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖἡμῶν Θεῷ.
· Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷἡμῶν.

Ψαλμὸς Ν΄ 50

·       Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸἀνόμημά μου
·       ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
·       ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶἡἁμαρτία μου ἐνώπιόν μουἐστὶ διὰ παντὸς
·       σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
·       ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου
·       ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
·       ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶὑπὲρ χιόνα λευκανθήσομαι
·       ἀκουτιεῖς μοιἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
·       ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
·       καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
·       μὴἀποῤῥίψῃς μεἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸἅγιόν σου μὴἀντανέλῃς ἀπ’ ἐμοῦ
·       ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
·       διδάξω ἀνόμους τὰς ὁδούς σου καὶἀσεβεῖς ἐπὶ σὲἐπιστρέψουσιν
·       ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
·       Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
·       ὅτι εἰἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
·       Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει
·       ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ
·       τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶὁλοκαυτώματα
     τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ψαλμὸς ΞΘ΄
·       Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
.     Αἰσχυνθήτωσαν, καὶἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
·       Ἀποστραφήτωσαν εἰς τὰὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.
·       Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε.
·       Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.
·       Καὶ λεγέτωσαν διὰ παντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱἀγαπῶντες τὸ σωτήριόν σου.
·       Ἐγὼ δὲ πτωχὸς εἰμὶ καὶ πένης, ὁ Θεός, βοήθησόν μοι.
·       Βοηθός μου καὶῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.
Ψαλμὸς ΡΜΒ΄
·       Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνη σου.
·       Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
·      Ὅτι κατεδίωξεν ὁἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
.   Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶἐταράχθη ἡ καρδία μου.
·       Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων .
·       Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆἄνυδρός σοι.
·       Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου.
.   Μὴἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
·       Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸἔλεός σου, ὅτι ἐπὶ σοὶἤλπισα.
.   Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲᾖρα τὴν ψυχήν μου.
·       Ἐξελοῦ μεἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον΄δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.
.   Τὸ πνεῦμά σου τὸἀγαθὸν ὁδηγήσει μεἐν γῇ εὐθείᾳ΄ἕνεκεν τοῦὀνόματός σου, Κύριε, ζήσεις με.
.   Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶἐν τῷἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
.   Καὶἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Δοξολογία

· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
· Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν.
· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶἅγιον Πνεῦμα.
· Κύριε ὁ Θεός, ὁἀμνός του Θεοῦ, ὁ Υἱός του Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν του κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας του κόσμου.
· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησον ἡμᾶς.
· Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, 
εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου 
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα του αἰῶνος.
· Κύριε, καταφυγὴἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.
· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
· Παράτεινον τὸἔλεος σου τοῖς γινώσκουσί σε.
· Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
· Γένοιτο, Κύριε, τὸἔλεος σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
· Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματα σου.
· Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
· Κύριε, τὸἔλεός σου εἰς τὸν αἰῶνα, τὰἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
· Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἁγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶἀοράτων.
Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας της Παρθένου καὶἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶἀναστάντα τῇ τρίτῃἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸἍγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς μίαν , Ἁγίαν, Καθολικὴν καὶἈποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα του Θεοῦἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ψάλλομεν τὸν ἑπόμενον Κανόνα

Ποίημα Ἀνδρέου Κρήτης

Ἦχος α’

ᾨδὴ α’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Νεκρὸν τετραήμερον ἐξαναστήσας, Σωτήρ μου τὸν Λάζαρον, τῆς φθορᾶς ἀπήλλαξας, βραχίονι ὑψηλῷ, καὶ ἔδειξας ὡς δυνατός, τὴν ἐξουσίαν σου.
ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Φωνήσας τὸν Λάζαρον ἐκ τοῦ μνημείου, εὐθὺς ἐξανέστησας, ἀλλ’ ὁ ᾍδης κάτωθεν, πικρῶς ὠδύρετο, καὶ στένων ἔτρεμε Σωτήρ, τὴν ἐξουσίαν σου.
ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐδάκρυσας Κύριε ἐπὶ Λαζάρῳ, δεικνύων τὴν σάρκωσιν, τῆς οἰκονομίας σου, καὶ ὅτι φύσει Θεός, ὑπάρχων, φύσει καθ’ ἡμᾶς, γέγονας ἄνθρωπος.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τῆς Μάρθας τὰ δάκρυα καὶ τῆς Μαρίας, κατέπαυσας Κύριε, ἐκ νεκρῶν τὸν Λάζαρον, ἐξαναστήσας Σωτήρ, καὶ δείξας ἔμπνουν τὸν νεκρόν, τῇ ἐξουσίᾳ σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τῷ νόμῳ τῆς φύσεως τῆς ἀνθρωπίνης, ἠρώτησας Δέσποτα, ποῦ τέθειται Λάζαρος; δεικνύων πᾶσι Σωτήρ, ἀνόθευτον τὴν πρὸς ἡμᾶς, οἰκονομίαν σου.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τὰ κλεῖθρα συνέτριψας τότε τοῦ ᾍδου, φωνήσας τὸν Λάζαρον, καὶ τὸ κράτος ἔσεισας, τοῦ πολεμήτορος, καὶ ἔπεισας πρὸ τοῦ Σταυροῦ, τρέμειν σε μόνε Σωτήρ.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Δεσμώτην τὸν Λάζαρον ὑπὸ τοῦ ᾍδου, κρατούμενον Δέσποτα, ὡς Θεὸς προέφθασας, καὶ ἔλυσας τῶν δεσμῶν· τῷ σῷ γὰρ πάντα Δυνατέ, ἥκει προστάγματι.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα, Τριάδα ἀχώριστον, ἐν Μονάδι φύσεως, καὶ σὺν Ἀγγέλοις αὐτήν, ὡς ἕνα ἄκτιστον Θεόν, δοξολογήσωμεν.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἀτρέπτως ἐκύησας Παρθενομῆτορ, τὸν Κτίστην τῆς φύσεως ἐξ ἁγίου Πνεύματος, κατ΄ εὐδοκίαν Πατρός, γενόμενον ὅπερ ἐσμέν…

ὁ α’ χορὸς

…δίχα τροπῆς καὶ φυρμοῦ.

ᾨδὴ β’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν Σωτῆρα τοῦ Κόσμου, τὸν μόνον φιλάνθρωπον.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Δόξα σοι, τῷ φωνήσαντι μόνον, καὶ ἐκ τοῦ τάφου, νεκρὸν τεταρταῖον, τὸν φίλον ἐγείραντι Λάζαρον.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἤκουσε, τῆς φωνῆς σου ὁ ἄπνους, καὶ ψυχωθεὶς ἐκ νεκρῶν, ἐξανέστη εὐθέως, δοξάζων σε Κύριε.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Πρόσταγμα, ζωηφόρου φωνῆς σου, δεξάμενος ὀδωδώς, ἐξηγέρθη τοῦ τάφου, Σωτήρ μου ὁ Λάζαρος.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐδάκρυσας, ἐπὶ φίλῳ Σωτήρ μου, πιστούμενος τοῦτον τὴν ἡμῶν, ὡς ἐφόρεσας φύσιν, καὶ ἀνέστησας.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐτρόμαξεν, ὡς κατεῖδεν ὁ ᾍδης, παλινδρομοῦντα εὐθύς, τὸν δεδεμένον κειρίαις, φωνὴ πρὸς τὴν ὧδε ζωήν.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἐξέστησαν, τῶν Ἑβραίων οἱ δῆμοι, ὅτε φωνήσας Σωτήρ, ἐξανέστησας λόγῳ, ὀδωδότα τὸν Λάζαρον.

ὁ α’ χορὸς

Καὶ νῦν…

Ἐσείσθησαν, τὰ ταμεῖα τοῦ ᾍδου, ὡς ἐψυχοῦτο εὐθύς, κάτω Λάζαρος τότε…

ὁ β’ χορὸς

…τῇ φωνῇ τοῦ ζῳώσαντος.

ᾨδὴ γ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.

ὁ β’ χορὸς

Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Θαῦμα, ξένον καὶ παράδοξον! πῶς ὁ Κτίστης πάντων, ὅπερ οὐκ ἠγνόει, ὡς ἀγνοῶν ἠρώτα. Ποῦ κεῖται ὃν θρηνεῖτε; ποῦ τέθαπται Λάζαρος, ὃν μετ’ ὀλίγον ἐκ νεκρῶν, ζώντα ὑμῖν ἐξαναστήσω ἐγώ;

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Λίθον, ὃν σοι προσεκύλισαν, οἱ κηδεύσαντές σε, τοῦτον συγκινῆσαι, ὁ Ἰησοῦς προστάξας, εὐθὺς ἀνέστησέ σε, φωνήσας σοι Λάζαρε· Ἀνάστα δεῦρο πρός με, ἵνα τήν σὴν ὁ ᾍδης πτήξῃ φωνήν.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Μάρθα, καὶ Μαρία Κύριε, ὀδυρμοῖς ἐβόων· Ἴδε ὃν ἐφίλεις, τεταρταῖος ὄζει, εἰ ἧς ὧδε τότε, οὐκ ἔθνῃσκε Λάζαρος. Ἀλλ’ ὡς ἀχώριστος παντί, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ῥάνας, ἐπὶ φίλῳ δάκρυα, δι’ οἰκονομίαν, ἔδειξας τὴν σάρκα, τὴν ἐξ ἡμῶν ληφθεῖσαν, οὐσίᾳ οὐ δοκήσει, Σωτὴρ ἑνωθεῖσάν σοι, καὶ ὡς φιλάνθρωπος Θεός, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Οἴμοι, ὄντως νῦν ἀπόλωλα! ἐκβοῶν ὁ ᾍδης, οὕτω προσεφώνει, τῷ θανάτῳ λέγων· Ἰδοὺ ὁ Ναζωραῖος, τὰ κάτω συνέσεισε, καὶ τὴν γαστέρα μου τεμών, ἄπνουν νεκρόν φωνήσας ἤγειρε.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ποῦ ἡ τῶν Ἑβραίων ἄνοια; ποῦ ἡ ἀπιστία; ἕως πότε πλάνοι; ἕως πότε νόθοι; ὁρᾶτε τὸν θανέντα, φωνὴ ἐξαλλόμενον, καὶ ἀπιστεῖτε τῷ Χριστῷ; ὄντως υἱοὶ τοῦ σκότους πάντες ὑμεῖς!

ὁ α’ χορὸς

Δόξα Πατρί…

Ἕνα τῆς Τριάδος οἶδά σε, εἰ καὶ ἐσαρκώθης, ἕνα καὶ δοξάζω, Υἱὸν σεσαρκωμένον, τὸν ἐκ τῆς Θεοτόκου, ἀσπόρως βλαστήσαντα, καὶ σὺν Πατρὶ καὶ Πνεύματι, ἕνα Υἱὸν δοξολογούμενον.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ξένον, καὶ φρικτὸν τὸ ὅραμα, ἐξ οἰκονομίας, ὅπερ προεώρων, οἱ ἀψευδεῖς Προφῆται, Παρθένον Θεοτόκον, ἀσπόρως μὲν κύουσαν, ἀφθόρως τίκτουσαν Θεόν…

ὁ α’ χορὸς

…μένουσαν δὲ μετὰ τὸν τόκον ἁγνήν.


ᾨδὴ δ’

 ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη, ἔστη ἐν τῇ τάξει αὐτῆς, ὑψώθης Μακρόθυμε, ἐπὶ τοῦ Ξύλου, καὶ ἔπηξας ἐν αὐτῷ, τὴν Ἐκκλησίαν σου.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐδάκρυσας Κύριε, ἐπὶ Λαζάρῳ, δείξας ὅτι ἄνθρωπος εἶ, καὶ ἤγειρας Δέσποτα, τὸν τεθνεῶτα, καὶ ἔδειξας τοῖς λαοῖς, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὁ ἄπνους ἤκουσε, τὸ πρόσταγμά σου· Δεῦρο ἔξω Λάζαρε, δρομαῖος ἀνίστατο σὺν τοῖς σπαργάνοις, καὶ ἥλατο Ἀγαθέ, δεικνὺς τὸ κράτος σου.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τῆς Μάρθας τὰ δάκρυα, καὶ τῆς Μαρίας, κατέπαυσας Χριστὲ ὁ Θεός, φωνήσας τὸν Λάζαρον, αὐτεξουσίως, συνήγειρας τῇ φωνῇ, καὶ προσεκύνησέ σοι.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Δακρύσας ὡς ἄνθρωπος, ἐπὶ Λαζάρῳ, ἐξήγειρας αὐτὸν ὡς Θεός, ἠρώτας· Ποῦ τέθαπται, ὁ τεταρταῖος; πιστούμενος Ἀγαθέ, τὴν ἐνανθρώπησίν σου.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τοῦ Πάθους τὰ σύμβολα, καὶ τοῦ Σταυροῦ σου, γνωρίσαι βουληθεὶς Ἀγαθέ τοῦ ᾍδου τὴν ἄπληστον, γαστέρα ῥήξας,  ἀνέστησας ὡς Θεός, τὸν τετραήμερον.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τίς οἶδε, τίς ἤκουσεν, ὅτι ἀνέστη, ἄνθρωπος νεκρὸς ὀδωδώς; Ἠλίας μὲν ἤγειρε, καὶ Ἐλισσαῖος, ἀλλ’ οὐκ ἐκ μνήματος, ἀλλ’ οὐδὲ τεταρταῖον.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὑμνοῦμέν σου Κύριε, τὴν δυναστείαν, ὑμνοῦμεν καὶ τὰ Πάθη Χριστέ· τῇ μὲν γὰρ ὡς εὔσπλαγχνος, ἐθαυματούργεις, τὰ δὲ οἰκονομικῶς, εἵλου ὡς ἄνθρωπος.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Θεὸς εἶ καὶ ἄνθρωπος, ἐπαληθεύων, τοῖς πράγμασι τὰ ὀνόματα, ἐπέστης τῷ μνήματι, σαρκὶ ὁ Λόγος, καὶ ἤγειρας ὡς Θεός, τὸν τετραήμερον.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐξέστησαν Δέσποτα, Ἑβραίων δῆμοι, ὡς εἶδον ἀναστάντα νεκρόν, ἐκ τάφου Λάζαρον, σὺν τῇ φωνῇ σου, καὶ ἔμειναν ἀπειθεῖς, τῶν θαυμασίων σου.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἀνάρχως ἐξέλαμψας, ἐκ τοῦ Πατρός σου, ὡς εἷς τῆς Τριάδος Σωτήρ, ἐν χρόνῳ, ἐκ Πνεύματος, παρθενικῶν σὺ προῆλθες αἱμάτων, σάρκα λαβὼν ὁ ὑπερούσιος.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἡ σύλληψις ἄσπορος τῆς Θεοτόκου, ὁ τόκος ἄνευ πάθους φθορᾶς· Θεὸς γὰρ ἀμφότερα, θαυματουργήσας, ἐκένωσεν ἑαυτόν…

ὁ β’ χορὸς

…ἵνα ἡμῖν ἑνωθῇ.

ᾨδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

ὁ β’ χορὸς

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ζωὴ ὑπάρχων Κύριε, καὶ φῶς ἀληθινόν, Λάζαρον νεκρὸν φωνήσας ἀνέστησας· ὡς δυνατὸς γὰρ πᾶσιν ἔδειξας, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τὴν ἄστεκτόν σου πρόσταξιν, μὴ φέρων Ἰησοῦ, ᾍδης ὁ πολλοὺς δεξάμενος ἔπτηξε, καὶ τεταρταῖον ὄντα Λάζαρον, σὺν τῇ φωνῇ ζῶντα, καὶ οὐ νεκρὸν ἐδίδου.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τὸν χοῦν συνάψας πνεύματι, ὁ πάλαι τὸν πηλόν, πνεύματι ψυχώσας, ζωῆς Λόγε λόγῳ σου, καὶ νῦν δὲ λόγῳ ἐξανέστησας, ἐκ τῆς φθορᾶς φίλον, καὶ τῶν καταχθονίων.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τῷ νεύματί σου Κύριε ἀνθέστηκεν οὐδείς· ὅτε γὰρ νεκρόν, ἐφώνεις τὸν Λάζαρον, εὐθὺς ὁ ἄπνους ἐξανίστατο, καὶ τὰ δεσμὰ φέρων, ποσὶ περιεπάτει.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὢ Ἰουδαίων ἄνοια! ὢ πώρωσις ἐχθρῶν! τίς οἶδε νεκρὸν ἐκ τάφου ἐγείραντα; Ἠλίας πάλαι ἐξανέστησεν, ἀλλ’ οὐκ ἐκ μνήματος, ἀλλ’ οὐδὲ τεταρταῖον.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἀνείκαστε μακρόθυμε, ὁ πάντα δι’ ἡμᾶς, πράττων ὡς Θεός, καὶ πάσχων ὡς ἄνθρωπος, πάντας μετόχους ἡμᾶς ποίησον, τῆς σῆς βασιλείας πρεσβείαις τοῦ Λαζάρου.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Προάναρχε, συνάναρχε, ὁμότιμε Τριάς, Πάτερ παντοκράτορ, Υἱέ, Πνεῦμα ἅγιον, Μονὰς ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῷζε, πιστῶς σε ἀνυμνοῦντας.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Τὴν ἄχραντον γαστέρα σου, ἡγίασεν Ἁγνή, σάρκα ἐξ αὐτῆς, λαβὼν ὁ ὑπέρθεος, ὁ ἐν Τριάδι προσκυνούμενος, ὁ ἐκ Πατρὸς Λόγος…

ὁ α’ χορὸς

…καὶ σὺν τῷ Πνεύματι Θεός.

ᾨδὴ ς’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἀπέῤῥιψάς με, εἰς βάθη καρδίας θαλάσσης, καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας τὸν δεσμόν, τῶν ἀνομιῶν μου.

ὁ α’ χορὸς

Ἀπέῤῥιψάς με, εἰς βάθη καρδίας θαλάσσης, καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας τὸν δεσμόν, τῶν ἀνομιῶν μου.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἠρώτησας· Ποῦ εἰμι, ὁ πάντα γινώσκων, ἐδάκρυσάς με Σωτήρ, ὡς ἄνθρωπος φύσει, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐφώνησάς με ἐξ  ᾍδου, Σωτὴρ κατωτάτου, βοᾷ Λάζαρος, πρὸς σὲ τὸν λύτην τοῦ ᾍδου, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐνέδυσάς με Σωτήρ, τὸ πήλινον σῶμα, καὶ ἔπνευσάς μοι ζωήν, καὶ εἶδον τὸ φῶς σου, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐψύχωσας σύ, τὴν ἄπνουν μορφὴν τῆς σαρκός μου, συνέσφιγξάς με Σωτήρ, ὀστέοις καὶ νεύροις, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τὴν παμφάγον διαῤῥήξας, γαστέρα τοῦ ᾍδου, ἐξήρπασάς με Σωτήρ, τῇ σῇ δυναστείᾳ, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐφόρεσάς μου Σωτήρ, τὸ φύραμα ὅλον, ἐφύλαξας δὲ ἁγνήν, τὴν ἄχραντον μήτραν, ἐξ ἧς προῆλθες σαρκωθείς, εἷς ὢν τῆς Τριάδος.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Τριὰς ἁγία δοξάζω, τὴν σὴν εὐσπλαγχνίαν, καὶ σὺν Ἀγγέλοις ὑμνῶ, τὸν τρισάγιον Ὕμνον, ἐλέησον τὰς ψυχὰς ἡμῶν, τῶν σὲ ἀνυμνούντων.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Τὴν ἄχραντόν σου νηδύν, ὑπέδυ ὁ Λόγος, ἐτήρησε δὲ αὖθις, μετὰ γέννησιν ταύτην, ἁγνὴν Θεογεννῆτορ…

ὁ β’ χορὸς

…θαῦμα ὄντως παράδοξον!

ᾨδὴ ζ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐπὶ νεκρῷ ἐδάκρυσας Σωτήρ, φιλάνθρωπε, ἵνα δείξῃς πᾶσι τοῖς λαοῖς, ὅτι Θεὸς ὢν, δι’ ἡμᾶς ἄνθρωπος ὤφθης, καὶ ἑκὼν ἐδάκρυσας, τύπους ἡμῖν προτιθείς, ἐνδιαθέτου στοργῆς.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὁ τεταρταῖος Λάζαρος Σωτήρ, ὡς ἤκουσε, κάτω τῆς φωνῆς σου ἀναστάς, ἀνύμνησέ σε, καὶ γεγηθὼς οὕτως ἐβόα· Σὺ Θεὸς καὶ Κτίστης μου, σὲ προσκυνῶ καὶ ὑμνῶ, τόν ἀναστήσαντά με.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Εἰ καὶ δεσμὰ περίκειμαι Σωτήρ, ὁ Λάζαρος, κάτωθεν ἐβόα Λυτρωτά, ἀλλ’ οὐδαμῶς, ἐν τῇ γαστρὶ μενῶ τοῦ ᾍδου, ἐὰν μόνον κράξῃς με· Λάζαρε δεῦρο ἔξω· σὺ γάρ μου φῶς καὶ ζωή.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Παρακαλῶ σε Λάζαρε, φησίν, ἀνάστηθι, ἔξελθε τῶν κλείθρων μου ταχύ, ἄπιθι οὖν· καλόν μοι γὰρ ἕνα θρηνῆσαι, πικρῶς ἀφαιρούμενον, παρὰ πάντας οὓς πρίν, πεινῶν κατέπιον.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Καὶ τί βραδύνεις Λάζαρε; φησίν, ὁ φίλος σου, δεῦρο ἔξω κράζει ἑστηκώς· ἔξελθε οὖν, ἵνα κᾀγὼ ἄνεσιν λάβω· ἀφ’ οὗ γάρ σε ἔφαγον, εἰς ἐμετὸν ἡ τροφή, ἀντικατέστη μοι.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τί οὐκ ἐγείρῃ Λάζαρε ταχὺ; ἀνέκραζε, κάτωθεν ὁ ᾍδης θρηνωδῶν, τί οὐκ εὐθύς, ἐξαναστὰς τρέχεις τῶν ὧδε; ἵνα μὴ καὶ ἄλλους μοι, αἰχμαλωτίσῃ Χριστὸς ἐξαναστήσας σε.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐθαυμαστώθης Δέσποτα Χριστέ, ἐξαίσια, τότε ἐργασάμενος πολλά· φῶς γὰρ τυφλοῖς, κωφῶν δὲ ὦτα, ἤνοιξας λόγῳ, καὶ τὸν φίλον Λάζαρον, ἐκ τῶν νεκρῶν ὡς Θεός, φωνήσας ἥγειρας.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τριαδικὴν ὑμνήσωμεν ᾠδήν, δοξάζοντες, ἄναρχον Πατέρα, καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ἡ Τριάς.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὡς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθεὶς δίχα τροπῆς, ἀνθρωπικῶς πάντα ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς Ἰησοῦ…

ὁ α’ χορὸς

…εἰ καὶ ἡνώθης ἡμῖν.

ᾨδὴ η’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν Κύριον.

ὁ α’ χορὸς

Οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν Κύριον.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὁ Ποιητὴς καὶ συνοχεὺς τῶν ἁπάντων, δι΄ εὐσπλαγχνίαν, ἐν Βηθανίᾳ ἐπέστη, ἐγείρων τὸν Λάζαρον.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὁ τεταρταῖος ὀδωδώς, καὶ κειρίαις συνειλημμένος, ἥλατο ἔμπνους ὁ ἄπνους, φωνοῦντός σου Κύριε.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τῶν Ἰουδαίων ὁ λαός, ὡς ἑώρα τὸν τεθνεῶτα, τῇ σῇ φωνῇ ἀναστάντα, Χριστὲ διεπρίετο.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Οἱ σκοτεινοὶ περὶ τὸ φῶς, Ἰουδαῖοι, τί ἀπιστεῖτε, τῇ τοῦ Λαζάρου ἐγέρσει; Χριστοῦ τὸ ἐγχείρημα.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἀγαλλιάσθω ἡ Σιών, καὶ ὑμνείτω τὸν Ζωοδότην, τὸν ἀναστήσαντα λόγῳ, ἐκ τάφου τὸν Λάζαρον.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Αἱ Στρατιαὶ τῶν οὐρανῶν, καὶ τὸ γένος, τῶν γηγενῶν σε ὕμνησεν, ὅτι Σωτήρ μου, τὸν Λάζαρον ἤγειρας.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Σὺν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τὸ Πνεῦμα δοξολογῶ, καὶ ὑμνῶν ἀσιγήτως βοῶ, Τρισάγιε δόξα σοι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σὲ εὐλογῶ καὶ προσκυνῶ, τὸν τεχθέντα ἐκ τῆς Παρθένου, μὴ χωρισθέντα τοῦ θρόνου…

ὁ β’ χορὸς

…τῆς ἁγίας δόξης σου.

ᾨδὴ θ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὑμνείτω τὸ θαῦμα, Βηθανία σὺν ἡμῖν· ἐν ταύτῃ γὰρ ἐδάκρυσεν ὁ Κτίστης, τὸν Λάζαρον ἀνιστῶν, νόμῳ φύσεως σαρκός, καὶ Μάρθας τὰ δάκρυα λιπών, καὶ τὸν κλαυθμόν Μαρίας, εἰς χαρὰν μεταβαλών, τὸν νεκρὸν ἐγείρει.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Πιστούμενος Λόγε, τὴν Ἀνάστασιν τὴν σήν, ἐκάλεσας τὸν Λάζαρον ἐκ τάφου, καὶ ἥγειρας ὡς Θεός, ἵνα δείξῃς τοῖς λαοῖς, Θεόν σε, καὶ ἄνθρωπον ὁμοῦ, ἐν ἀληθείᾳ ὄντα, καὶ ἐγείραντα Ναόν, τὸν τοῦ σώματός σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Συνέσεισας πύλας, καὶ μοχλοὺς τοὺς σιδηρούς, ἐφόβησας τὸν ᾍδην τῇ φωνῇ σου, καὶ ἔπτηξε σὺν αὐτῷ, καὶ ὁ θάνατος εὐθύς, ὡς εἶδον τὸν Λάζαρον Σωτήρ, τὸν παρ΄ αὐτοῖς δεσμώτην, ψυχωθέντα τῇ φωνῇ, καὶ ἐξαναστάντα.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐξέστησαν πάντες, ὡς ἑώρων σε Σωτήρ, δακρύοντα, τὸν Λάζαρον θανέντα, καὶ ἔλεγον οἱ δεινοί. Ἴδε πῶς αὐτὸν φιλεῖ, εὐθὺς οὖν ἐφώνησας αὐτόν, καὶ ἀναστὰς ὁ ἄπνους, ἀφῃρεῖτο τὴν φθοράν, τῷ προστάγματί σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐσείσθησαν πύλαι, συνετρίβησαν μοχλοί, ἐλύθησαν δεσμὰ τοῦ τεθνεῶτος· ὁ ᾍδης δὲ τῇ φωνῇ, τῆς δυνάμεως Χριστοῦ, πικρῶς ἀνεστέναξε, καὶ ἀνεβόα· Οἴμοι! Τίς καὶ πόθεν ἡ φωνή, ἡ νεκροὺς ζωοῦσα;

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἀνάστα ἐντεῦθεν, ὑπακούσας τῆς φωνῆς· ὁ φίλος σου γὰρ ἔξω προσφωνεῖ σε· οὗτός ἐστιν, ὁ τὸ πρὶν ἀναστήσας τοὺς νεκρούς· Ἠλίας μὲν ἤγειρε νεκρόν, καὶ Ἐλισσαῖος ἅμα, ἀλλ’ αὐτὸς ἦν δι’ αὐτῶν, καὶ λαλῶν καὶ πράττων.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὑμνοῦμέν σου, Λόγε, τὴν ἀνείκαστον ἰσχύν· ὀστέοις γὰρ καὶ νεύροις τὸν θανέντα, ἥγειρας λόγῳ τῷ σῷ, ὡς τῶν ὅλων πλαστουργός, καὶ τοῦτον ἀνέστησας Σωτήρ, ἐκ τῶν καταχθονίων, ὡς τῆς χήρας τὸν υἱόν, τὸν ἐπὶ τῆς κλίνης.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τριὰς παναγία, Πάτερ ἄναρχε Θεέ, συνάναρχε Υἱέ, καὶ θεῖε Λόγε, Παράκλητε ἀγαθέ, Πνεῦμα ἅγιον Θεοῦ, τὸ ἓν καὶ τρισήλιον φάος, ἡ συμφυὴς οὐσία· εἷς Θεὸς καὶ Κύριος, οἴκτειρον τὸν Κόσμον.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὁ πάντα ποιήσας, ἐν σοφίᾳ Ἰησοῦ καὶ ὅλον με φορέσας ἐκ Παρθένου, καὶ ὅλος μένων ἀεί, ἐν τοῖς κόλποις τοῦ Πατρός, τὸ ἅγιόν σου Πνεῦμα Χριστέ, ἐπὶ τὸ ποίμνιόν σου, καταπέμψας ὡς Θεός, ἐπισκίασον ἡμᾶς.

Καὶ πάλιν

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

Καὶ εὐθὺς ὁ ἀναγνώστης:

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρί… Καὶ νῦν…

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάτερ ἡμῶν, ὁἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶἄφες ἡμῖν τὰὀφειλήματα ἡμῶν, ὡς καὶἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ Ἱερεὺς:Ὅτι σοῦἐστιν ἡ βασιλεία…

Κοντάκιον  Ἦχος β’

Ἀμήν.Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.

Κύριε ἐλέησον μ’ 40

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶἡμῶν ἐν τῇὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γ’

Δόξα Πατρί… Καὶ νῦν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

Ἱερεὺς:Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…

Κύριε ἐλέησον (γ’) καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.

(χύμα)

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων των Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῶν ἡδονῶν τοῦ βίου, ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον, ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ’ ἐμοὶ τῷἁμαρτωλῷ καὶἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν , καὶἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦἀγαθότητος καί, παριδών μου τὰἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὑτοῦἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοιἀεὶὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶἐν τῷ καιρῷ της ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις των πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοβερᾷἡμέρᾳ τῆς Κρίσεως, τῆς αἰωνίου μεῥυομένη κολάσεως, καί τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦἡμῶν κληρονόμον μεἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦὕπνου τῆς ἁμαρτίας καὶἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν , σβέσον τὰ πεπυρωμένα βέλη του πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Ἡἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲἀνατίθημι, Μῆτερ του Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐπὶσοὶχαίρει, Κεχαριτωμένη, πᾶσαἡκτίσις, Ἀγγέλωντὸσύστημα, καὶἀνθρώπωντὸγένος·ἡγιασμένεναέ, καὶΠαράδεισελογικέ, παρθενικὸνκαύχημα, ἐξἧςΘεόςἐσαρκώθη, καὶπαιδίονγέγονεν, ὁπρὸαἰώνωνὑπάρχωνΘεὸςἡμῶν. Τὴνγὰρσὴνμήτραν, θρόνονἐποίησε, καὶτὴνσὴνγαστέρα, πλατυτέρανοὐρανῶνἀπειργάσατο. ἘπὶσοὶχαίρειΚεχαριτωμένη, πᾶσαἡκτίσις, δόξασοι.
ἍγιεἌγγελε, ὁἐφεστὼςτῆςἀθλίαςμουψυχῆςκαὶταλαιπώρουμουζωῆς, μὴἐγκαταλίπῃςμετὸνἁμαρτωλόν, μηδὲἀποστῇςἀπ᾿ἐμοῦδιὰτὴνἀκρασίανμου·μὴδώῃςχώραντῷπονηρῷδαίμονικατακυριεῦσαίμουτῇκαταδυναστείᾳτοῦθνητοῦτούτουσώματος·κράτησοντῆςἀθλίαςκαὶπαρειμένηςχειρόςμου, καὶὁδήγησόνμεεἰςὁδὸνσωτηρίας. Ναί, ἅγιεἌγγελετοῦΘεοῦ, ὁφύλαξκαὶσκεπαστὴςτῆςἀθλίαςμουψυχῆςκαὶτοῦσώματος, πάνταμοισυγχώρησον, ὅσασοιἔθλιψαπάσαςτὰςἡμέραςτῆςζωῆςμου, καὶεἴτιἥμαρτοντὴνσήμερονἡμέραν·σκέπασόνμεἐντῇπαρούσῃνυκτὶκαὶδιαφύλαξόνμεἀπὸπάσηςἐπηρείαςτοῦἀντικειμένου, ἵναμὴἔντινιἁμαρτήματιπαροργίσωτὸνΘεόν·καὶπρέσβευεὑπὲρἐμοῦπρὸςτὸνΚύριοντοῦἐπιστηρίξαιμεἐντῷφόβῳαὐτοῦκαὶἄξιονἀναδεῖξαίμεδοῦλοντῆςαὐτοῦἀγαθότητος. Ἀμήν.

Τῇὑπερμάχῳστρατηγῷτὰνικητήρια, ὡςλυτρωθεῖσατῶνδεινῶν, εὐχαριστήρια, ἀναγράφωσοιἡΠόλιςσου, Θεοτόκε·ἀλλ’ ὡςἔχουσατὸκράτοςἀπροσμάχητον, ἐκπαντοίωνμεκινδύνωνἐλευθέρωσονἵνακράζωσοι·Χαῖρε, Νύμφηἀνύμφευτε.
ΘεοτόκεΠαρθένε, χαῖρε, κεχαριτωμένηΜαρία, ὁΚύριοςμετὰσοῦ·εὐλογημένησὺἐνγυναιξὶκαὶεὐλογημένοςὁκαρπὸςτῆςκοιλίαςσου, ὅτιΣωτῆραἔτεκεςτῶνψυχῶνἡμῶν. (γ΄)


ΚαὶεὐθὺςὁἹερεὺςτὴνἈπόλυσιν

ὁΧορὸςἈμήν.

ΕἶταὁἹερεὺςλέγει (ἀποκρινομένωνἡμῶντὸΚύριε, ἐλέησον, συνεχῶς).
·       Εὐξώμεθαὑπὲρεἰρήνηςτοῦκόσμου.
·       ὙπερτῶνεὐσεβῶνκαὶὀρθοδόξωνΧριστιανῶν.
·       ὙπὲρτοῦἈρχιεπισκόπουἡμῶν (δεῖνος)καὶπάσηςτῆςἐνΧριστῷἡμῶνἀδελφότητος.
·       Ὑπὲρεὐοδώσεωςκαὶἐνισχύσεωςτοῦφιλοχρίστουστρατοῦ.
·       Ὑπὲρτῶνἀπολειφθέντωνπατέρων, καὶἀδελφῶνἡμῶν.
·       Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
·       Ὑπὲρ τῶν μισούντων καὶἀγαπώντων ἡμᾶς.
·       Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
·       Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.
·       Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
·       Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
·       Εὐξώμεθα καὶὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
·       Καὶὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶἁπανταχοῦὈρθοδόξων.
·       Εἴπωμεν καὶὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γ’ ).

ὁἹερεὺς : Δι’ εὐχῶν…

ὁ Χορὸς : Ἀμήν.


Πηγή : anemonpnoi
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

google_translate

Μνημόνευση ονομάτων

Για περισσότερα πατήστε πάνω στην εικόνα.

Μνημόνευση ονομάτων

Η μνημόνευση των αγαπημένων μας προσώπων που βρίσκονται στη ζωή, αλλά και αυτών που έχουν εκδημήσει εις Κύριον αποτελεί χρέος αγάπης προς αυτούς. Μπορείτε να καταχωρήσετε την δωρεά σας.


Μέσω PayPal πατώντας το κουμπί Donate:

Στηρίξτε το έργο μας

Το site stilosorthodoxias.gr καλύπτει τα έξοδά του αποκλειστικά με δωρεές. Αν σας περισσεύει μία βοήθεια, μπορείτε να βοηθήσετε μέσω Paypal:



Facebook

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Tο Αγιολόγιο της ημέρας

Comments

 

powered by Blogger
Copyright © 2014 - 2024. stilosorthodoxias.gr
© 2014 - 2024, stilosorthodoxias.gr, All Rights Reserved
powered by Blogger Copyright © 2014 - 2024. stilosorthodoxias.gr